Delphi Complete Works of Philo of Alexandria (Illustrated) (Delphi Ancient Classics Book 77) by Philo Judaeus of Alexandria
Author:Philo Judaeus of Alexandria [of Alexandria, Philo Judaeus]
Language: eng
Format: epub
Tags: Ancient Classics
Publisher: Delphi Classics
Published: 2017-03-18T14:00:00+00:00
ON THE BIRTH OF ABEL
Περι γενεσεως Αβελ και ων αυτος τε και ο αδελφος αυτου Καιν ιερουργουσιν
I
1. “Καὶ προσέθηκε τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ” (Gen. 4, 2). ἡ τινὸς πρόσθεσις ἀφαίρεσίς ἐστιν ἑτέρου, ὡς ἀριθμητικῆς μορίων, καὶ ψυχῆς λογισμῶν. εἰ δὴ τὸν Ἄβελ προστίθεσθαι φατέον, τὸν Κάιν ἀφαιρεῖσθαι νομιστέον. ἵνα δὲ μὴ τὸ τῶν ὀνομάτων ἀσύνηθες ἐπισκοτῇ πολλοῖς, τὴν ἐμφαινομένην φιλοσοφίαν ἀκριβοῦν ὡς ἂν οἷόν τε ᾖ πειρασόμεθα. 2. δύο τοίνυν δόξας εἶναι συμβέβηκεν ἐναντίας καὶ μαχομένας ἀλλήλαις, τὴν μὲν τῷ νῷ πάντα ἐπιγράφουσαν ὡς ἡγεμόνι τῶν ἐν τῷ λογίζεσθαι ἢ αἰσθάνεσθαι ἢ κινεῖσθαι ἢ ἴσχεσθαι, τὴν δὲ τῷ θεῷ ἑπομένην ὡς αὐτοῦ δημιουργίαν οὖσαν· τῆς μὲν προτέρας ἐκτύπωσίς ἐστιν ὁ Κάιν καλούμενος κτῆσις παρὰ τὸ πάντα κεκτῆσθαι δοκεῖν, τῆς δὲ ἑτέρας ὁ Ἄβελ, ἑρμηνεύεται γὰρ ἀναφέρων ἐπὶ θεόν. 3. ἀμφοτέρας μὲν οὖν τὰς δόξας ὠδίνει μία ψυχή· ἀνάγκη δὲ αὐτάς, ὅταν ἀποκυηθῶσι, διακριθῆναι· συνοικεῖν γὰρ πολεμίους ἄχρι παντὸς ἀμήχανον. ἕως μὲν οὖν οὐκ ἔτεκεν ἡ ψυχὴ τὸ φιλόθεον δόγμα τὸν Ἄβελ, διῃτᾶτο τὸ φίλαυτον ὁ Κάιν <ἐν> αὐτῇ· ὁπότε δὲ τὴν πρὸς τὸ αἴτιον ὁμολογίαν ἐγέννησε, τὴν πρὸς τὸν δοκησίσοφον νοῦν ἐξέλιπε.
II
4. δηλώσει δὲ ἐναργέστερον ταῦτα καὶ τὸ τῇ ὑπομονῇ χρησμῳδηθὲν Ῥεβέκκᾳ (Gen. 25, 21 ss.). τὰς γὰρ μαχομένας δύο φύσεις ἀγαθοῦ καὶ κακοῦ συλλαβοῦσα καὶ ἑκατέραν ἄκρως φαντασιωθεῖσα κατὰ τὴν τῆς φρονήσεως ἐπικέλευσιν, ἀνασκιρτώσας αὐτὰς ἰδοῦσα καί τινα τοῦ μέλλοντος πολέμου δι’ ἀκροβολισμῶν προάγωνα ποιουμένας, ἱκετεύει τὸν θεόν, τί τέ ἐστι τὸ πάθος αὐτῇ παραστῆσαι καὶ τίς ἂν ἴασις αὐτοῦ γένοιτο· ὁ δὲ πυνθανομένῃ φησί· “δύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι” – τὸ μὲν πάθος τοῦτο, ἀγαθοῦ καὶ κακοῦ γένεσις – , ἀλλὰ “καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται” – ἡ ἴασις ἥδε, διασταλῆναι καὶ χωρισθῆναι ταῦτα ἀπ’ ἀλλήλων καὶ μηκέτι τὸν αὐτὸν χῶρον οἰκῆσαι. 5. προσθεὶς οὖν ὁ θεὸς τῇ ψυχῇ καλὸν δόγμα τὸν Ἄβελ ἀφεῖλεν αὐτῆς δόξαν ἄτοπον τὸν Κάιν. καὶ γὰρ Ἀβραὰμ ἐκλιπὼν τὰ θνητὰ “προστίθεται τῷ θεοῦ λαῷ” (Gen. 25, 8), καρπούμενος ἀφθαρσίαν, ἴσος ἀγγέλοις γεγονώς· ἄγγελοι γὰρ στρατός εἰσι θεοῦ, ἀσώματοι καὶ εὐδαίμονες ψυχαί· ὅ τε ἀσκητὴς τὸν αὐτὸν τρόπον Ἰακὼβ λέγεται προστίθεσθαι τῷ βελτίονι (Gen. 49, 33), ὅτε ἐξέλιπε τὸ χεῖρον. 6. ὁ δὲ αὐτομαθοῦς ἐπιστήμης ἀξιωθεὶς Ἰσαὰκ ἐκλείπει μὲν καὶ αὐτὸς ὅσον σωματοειδὲς αὐτοῦ τῇ ψυχῇ συνύφαντο, προστίθεται δὲ καὶ προσκληροῦται οὐκέθ’ ὡς οἱ πρότεροι λαῷ, “γένει” δέ, καθάπερ φησὶ Μωυσῆς (Gen. 35, 29)· γένος μὲν γὰρ ἓν τὸ ἀνωτάτω, λαὸς δὲ ὄνομα πλειόνων· 7. ὅσοι μὲν οὖν μαθήσει καὶ διδασκαλίᾳ προκόψαντες ἐτελειώθησαν, προσκληροῦνται πλείοσιν· οὐ γὰρ ὀλίγος ἐστὶν ἀριθμὸς τῶν ἐξ ἀκοῆς καὶ ὑφηγήσεως μανθανόντων, οὓς λαὸν ὠνόμασεν· οἱ δὲ ἀνθρώπων μὲν ὑφηγήσεις ἀπολελοιπότες, μαθηταὶ δὲ εὐφυεῖς θεοῦ γεγονότες, τὴν ἄπονον ἐπιστήμην ἀνειληφότες, εἰς τὸ ἄφθαρτον καὶ τελεώτατον γένος μετανίστανται κλῆρον ἀμείνω τῶν προτέρων ἐνδεδεγμένοι, ὧν ὁ Ἰσαὰκ θιασώτης ἀνωμολόγηται.
III
8. δηλοῖ δὲ καὶ ἕτερον τοιοῦτον * * * νοῦν ἀθάνατον. εἰσὶ δὲ οὓς ἀνωτέρω προαγαγὼν εἴδη μὲν καὶ γένη πάντα ὑπερπτῆναι παρεσκεύασεν, ἵδρυσε δὲ πλησίον ἑαυτοῦ, καθὰ καὶ Μωυσῆς ᾧ φησι· “σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ” (Deut. 5, 31). ἡνίκα γοῦν τελευτᾶν ἔμελλεν οὗτος, οὐκ
Download
This site does not store any files on its server. We only index and link to content provided by other sites. Please contact the content providers to delete copyright contents if any and email us, we'll remove relevant links or contents immediately.
| Anthropology | Archaeology |
| Philosophy | Politics & Government |
| Social Sciences | Sociology |
| Women's Studies |
The remains of the day by Kazuo Ishiguro(8944)
Tools of Titans by Timothy Ferriss(8346)
Giovanni's Room by James Baldwin(7297)
The Black Swan by Nassim Nicholas Taleb(7086)
Inner Engineering: A Yogi's Guide to Joy by Sadhguru(6775)
The Way of Zen by Alan W. Watts(6574)
Asking the Right Questions: A Guide to Critical Thinking by M. Neil Browne & Stuart M. Keeley(5735)
The Power of Now: A Guide to Spiritual Enlightenment by Eckhart Tolle(5720)
The Six Wives Of Henry VIII (WOMEN IN HISTORY) by Fraser Antonia(5483)
Astrophysics for People in a Hurry by Neil DeGrasse Tyson(5168)
Housekeeping by Marilynne Robinson(4419)
12 Rules for Life by Jordan B. Peterson(4291)
Double Down (Diary of a Wimpy Kid Book 11) by Jeff Kinney(4252)
The Ethical Slut by Janet W. Hardy(4232)
Skin in the Game by Nassim Nicholas Taleb(4223)
Ikigai by Héctor García & Francesc Miralles(4212)
The Art of Happiness by The Dalai Lama(4114)
Skin in the Game: Hidden Asymmetries in Daily Life by Nassim Nicholas Taleb(3972)
Walking by Henry David Thoreau(3937)